Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.203 Joseph. AJ 3.208 (English) >>Joseph. AJ 3.212

3.206ἐπὶ μὲν οὖν ἡμέρας ἑπτὰ τοῦτον τὸν τρόπον αὐτούς τε καὶ τὰς στολὰς ἐθεράπευε τήν τε σκηνὴν καὶ τὰ περὶ αὐτὴν σκεύη ἐλαίῳ τε προσχριομένῳ, καθὼς εἶπον, καὶ τῷ αἵματι τῶν ταύρων καὶ κριῶν σφαγέντων καθʼ ἑκάστην ἡμέραν ἑνὸς κατὰ γένος, τῇ δὲ ὀγδόῃ κατήγγειλεν ἑορτὴν τῷ λαῷ καὶ θύειν προσέταξε κατὰ δύναμιν. 3.207οἱ δʼ ἀλλήλοις ἁμιλλώμενοι καὶ ὑπερβάλλειν φιλοτιμούμενοι τὰς θυσίας, ἃς ἕκαστος ἐπιφέροι, τοῖς λεγομένοις ὑπήκουον. ἐπικειμένων δὲ τῶν ἱερῶν τῷ βωμῷ αἰφνίδιον ἐξ αὐτοῦ πῦρ ἀνήφθη αὐτόματον, καὶ ὅμοιον ἀστραπῆς λαμπηδόνι ὁρώμενον τῇ φλογὶ πάντα ἐδαπάνα τὰ ἐπὶ τοῦ βωμοῦ. 3.208

Συνέβη δὲ καὶ Ἀαρῶνι συμφορά τις ἐκ τούτου λογιζομένῳ ὡς ἐπʼ ἀνθρώπῳ καὶ πατρί, γενναίως δʼ ὑπʼ αὐτοῦ καρτερηθεῖσα, ὅτι καὶ τὴν ψυχὴν πρὸς τὰ συμπίπτοντα στερρὸς ἦν καὶ κατὰ βούλησιν τοῦ θεοῦ ἡγεῖτο τὸ πάθος γεγονέναι· 3.209τῶν γὰρ υἱῶν αὐτοῦ τεσσάρων ὄντων, ὡς προεῖπον, δύο οἱ πρεσβύτεροι Νάβαδος καὶ Ἀβιοῦς κομίσαντες ἐπὶ τὸν βωμὸν οὐχ ὧν προεῖπε Μωυσῆς θυμάτων, ἀλλʼ οἷς ἐχρῶντο πρότερον, κατεκαύθησαν τοῦ πυρὸς ἐπʼ αὐτοὺς τὴν ὁρμὴν βαλόντος καὶ τὰ στέρνα καὶ τὰ πρόσωπα φλέγειν αὐτῶν ἀρξαμένου καὶ σβέσαι μηδενὸς δυναμένου. 3.210καὶ οἱ μὲν οὕτως ἀπέθανον· Μωυσῆς δὲ κελεύει τὸν πατέρα αὐτῶν καὶ τοὺς ἀδελφοὺς βαστάξαντας τὰ σώματα καὶ κομίσαντας τῆς παρεμβολῆς ἔξω θάψαι μεγαλοπρεπῶς. πενθεῖ δὲ αὐτοὺς τὸ πλῆθος χαλεπῶς ἐπὶ τῷ θανάτῳ παρὰ δόξαν οὕτω γεγενημένῳ διατεθέν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.203 Joseph. AJ 3.208 (English) >>Joseph. AJ 3.212

Powered by PhiloLogic